Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.240 Joseph. AJ 9.244 (English) >>Joseph. AJ 9.248

9.243

δὲ Ἰώθαμος μετήλλαξεν ἔτη βιώσας ἓν καὶ τεσσαράκοντα βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, θάπτεται δὲ ἐν ταῖς βασιλικαῖς θήκαις. ἔρχεται δʼ εἰς τὸν υἱὸν αὐτοῦ Ἄχαζον βασιλεία, ὃς ἀσεβέστατος εἰς τὸν θεὸν γενόμενος καὶ τοὺς πατρίους παραβὰς νόμους τοὺς Ἰσραηλιτῶν βασιλέας ἐμιμήσατο βωμοὺς ἐν Ἱεροσολύμοις ἀναστήσας καὶ θύων ἐπʼ αὐτῶν τοῖς εἰδώλοις, οἷς καὶ ἴδιον ὡλοκαύτωσε παῖδα κατὰ τὰ Χαναναίων ἔθη, καὶ τούτοις ἄλλα παραπλήσια διεπράττετο. 9.244ἔχοντος δʼ οὕτως καὶ μεμηνότος ἐστράτευσεν ἐπʼ αὐτὸν τῶν Σύρων καὶ Δαμασκηνῶν βασιλεὺς Ῥαασὴς καὶ Φακέας τῶν Ἰσραηλιτῶν· φίλοι γὰρ ἦσαν· καὶ συνελάσαντες αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἐπὶ πολὺν ἐπολιόρκουν χρόνον διὰ τὴν τῶν τειχῶν ὀχυρότητα μηδὲν ἀνύοντες. 9.245 δὲ τῶν Σύρων βασιλεὺς λαβὼν τὴν πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ πόλιν Ἠλαθοὺς καὶ τοὺς ἐνοικοῦντας ἀποκτείνας ἐγκατῴκισεν αὐτῇ Σύρους. τοὺς δʼ ἐν τοῖς φρουρίοις ὁμοίως καὶ τοὺς πέριξ Ἰουδαίους διαφθείρας καὶ λείαν πολλὴν ἀπελάσας εἰς Δαμασκὸν μετὰ τῆς στρατιᾶς ἀνέζευξεν. 9.246 δὲ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς γνοὺς τοὺς Σύρους ἐπʼ οἴκου κεχωρηκότας καὶ νομίσας ἀξιόμαχος εἶναι τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ τὴν δύναμιν ἐπʼ αὐτὸν ἐξήγαγε, καὶ συμβαλὼν ἐνικήθη κατὰ μῆνιν τοῦ θεοῦ, ἣν ἐπὶ τοῖς ἀσεβήμασιν αὐτοῦ πολλοῖς ἅμα καὶ μεγάλοις εἶχεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.240 Joseph. AJ 9.244 (English) >>Joseph. AJ 9.248

Powered by PhiloLogic